Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.31 Dem. 25.33 (English) >>Dem. 25.37

25.32τί γὰρ οὗτος ὀκνήσειεν ἄν, ἄνδρες Ἀθηναῖοι, τῶν ἀνηκέστων δεινῶν, ἄνθρωπος μιαρὸς καὶ πατρικῆς ἔχθρας πρὸς τὸν δῆμον ἀνάμεστος; τίς δʼ ἂν ἄλλος μᾶλλον, μὴ γένοιτο, ἀνατρέψειεν τὴν πόλιν, εἰ λάβοιτʼ ἐξουσίας; οὐχ ὁρᾶθʼ ὅτι τῆς φύσεως αὐτοῦ καὶ πολιτείας οὐ λογισμὸς οὐδʼ αἰδὼς οὐδεμία, ἀλλʼ ἀπόνοιʼ ἡγεῖται, μᾶλλον δʼ ὅλον ἔστʼ ἀπόνοιʼ τούτου πολιτεία; μέγιστον μέν ἐστιν αὐτῷ τῷ ἔχοντι κακόν, δεινὸν δὲ καὶ χαλεπὸν πᾶσι, πόλει δʼ οὐκ ἀνεκτόν. γὰρ ἀπονενοημένος ἅπας ἑαυτὸν μὲν προεῖται καὶ τὴν ἐκ λογισμοῦ σωτηρίαν, ἐκ δὲ τοῦ παραδόξου καὶ παραλόγου, ἐὰν ἄρα σωθῇ, σῴζεται. 25.33τίς ἂν οὖν εὖ φρονῶν αὑτὸν ἂν τὰ τῇ πατρίδι συμφέροντα ταύτῃ συνάψειεν; τίς οὐκ ἂν εἰς ὅσον δυνατὸν φεύγοι, καὶ τὸν ἔχοντα ταύτην ἐκποδὼν ποιήσαιτο, ἵνα μηδʼ ἄκων αὐτῇ ποτε περιπέσῃ; οὐκ ἀπονοίας, ἄνδρες Ἀθηναῖοι, τοὺς ὑπὲρ πατρίδος βουλευομένους δεῖ ζητεῖν ὅτῳ κοινωνήσουσιν, ἀλλὰ νοῦ καὶ φρενῶν ἀγαθῶν καὶ προνοίας πολλῆς. ταῦτα μὲν γὰρ εἰς εὐδαιμονίαν ἄγει πάντας ἀνθρώπους, ἐκείνη δʼ οἷ τοῦτον ἀπελθεῖν δεῖ. 25.34θεωρεῖτε δὲ μὴ πρὸς τὸν ἐμὸν λόγον, ἀλλʼ εἰς ἅπαντα τὰ τῶν ἀνθρώπων ἔθη βλέποντες. εἰσὶ ταῖς πόλεσι πάσαις βωμοὶ καὶ νεῲ πάντων τῶν θεῶν, ἐν δὲ τούτοις καὶ Προνοίας Ἀθηνᾶς ὡς ἀγαθῆς καὶ μεγάλης θεοῦ, καὶ παρὰ τῷ Ἀπόλλωνι ἐν Δελφοῖς κάλλιστος καὶ μέγιστος νεὼς εὐθὺς εἰσιόντι εἰς τὸ ἱερόν, ὃς ὢν θεὸς καὶ μάντις οἶδε τὸ βέλτιστον· ἀλλʼ οὐκ ἀπονοίας οὐδʼ ἀναιδείας.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.31 Dem. 25.33 (English) >>Dem. 25.37

Powered by PhiloLogic